Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.265 Joseph. AJ 8.269 (English) >>Joseph. AJ 8.273

8.267εἶναι γὰρ θαυμαστὸν ἄνδρα περὶ τῶν μελλόντων προειπεῖν· καὶ γὰρ περὶ τῆς βασιλείας αὐτῷ τοῦτον δεδηλωκέναι· παραγενομένην δʼ ἐκέλευσε περὶ τοῦ παιδὸς ἀνακρίνειν ὡς ξένην, εἰ διαφεύξεται τὴν νόσον. δὲ μετασχηματισαμένη, καθὼς αὐτῇ προσέταξεν ἀνήρ, ἧκεν εἰς Σιλὼ πόλιν· ἐκεῖ γὰρ διέτριβεν Ἀχίας. 8.268καὶ μελλούσης εἰς τὴν οἰκίαν αὐτοῦ εἰσιέναι τὰς ὄψεις ἠμαυρωμένου διὰ τὸ γῆρας ἐπιφανεὶς θεὸς ἀμφότερα αὐτῷ μηνύει τήν τε Ἱεροβοάμου γυναῖκα πρὸς αὐτὸν ἀφιγμένην καὶ τί δεῖ περὶ ὧν πάρεστιν ἀποκρίνασθαι. 8.269παριούσης δὲ τῆς γυναικὸς εἰς τὴν οἰκίαν ὡς ἰδιώτιδος καὶ ξένης ἀνεβόησενεἴσελθε, γύναι Ἱεροβοάμου· τί κρύπτεις σαυτήν; τὸν γὰρ θεὸν οὐ λανθάνεις, ὃς ἀφιξομένην τέ μοι ἐδήλωσε καὶ προσέταξε τίνας ποιήσομαι τοὺς λόγους. ἀπελθοῦσα οὖν πρὸς τὸν ἄνδρα φράζε αὐτῷ ταῦτα λέγειν· 8.270ἐπεί σε μέγαν ἐκ μικροῦ καὶ μηδενὸς ὄντος ἐποίησα καὶ ἀποσχίσας τὴν βασιλείαν ἀπὸ τοῦ Δαυίδου γένους σοὶ ταύτην ἔδωκα, σὺ δὲ τούτων ἠμνημόνησας καὶ τὴν ἐμὴν θρησκείαν καταλιπὼν χωνευτοὺς θεοὺς κατασκευάσας ἐκείνους τιμᾷς, οὕτω σε πάλιν καθαιρήσω καὶ πᾶν ἐξολέσω σου τὸ γένος καὶ κυσὶ καὶ ὄρνισι βορὰν ποιήσω γενέσθαι. 8.271βασιλεὺς γὰρ ἐξεγείρεθʼ ὑπʼ ἐμοῦ τοῦ λαοῦ παντός, ὃς οὐδένα ὑπολείψει τοῦ Ἱεροβοάμου γένους· μεθέξει δὲ τῆς τιμωρίας καὶ τὸ πλῆθος ἐκπεσὸν τῆς ἀγαθῆς γῆς καὶ διασπαρὲν εἰς τοὺς πέραν Εὐφράτου τόπους, ὅτι τοῖς τοῦ βασιλέως ἀσεβήμασι κατηκολούθησε καὶ τοὺς ὑπʼ αὐτοῦ γενομένους προσκυνεῖ θεοὺς τὴν ἐμὴν θυσίαν ἐγκαταλιπόν.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.265 Joseph. AJ 8.269 (English) >>Joseph. AJ 8.273

Powered by PhiloLogic